Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.11 Dem. 54.14 (English) >>Dem. 54.17

54.13ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, ἀλλʼ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. οἴομαι δʼ ὑμῶν ἐνίους θαυμάζειν, τί ποτʼ ἐστὶν πρὸς ταῦτα τολμήσει Κόνων λέγειν. βούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι, ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμʼ ἄγοντʼ εἰς γέλωτα καὶ σκώμματʼ ἐμβαλεῖν πειράσεσθαι, 54.14καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷʼ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δʼ αὐτοληκύθους, ἐρῶσι δʼ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτʼ εἶναι νέων ἀνθρώπων. ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς. 54.15ἐγὼ δʼ, ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.11 Dem. 54.14 (English) >>Dem. 54.17

Powered by PhiloLogic